Μελίτωνος Σάρδεων, Περὶ Πάσχα, 467-496

Οὗτος, ἀφικόμενος ἐξ οὐρανῶν ἐπὶ τὴν γῆν διὰ τὸν πάσχοντα, αὐτὸν δὲ ἐκεῖνον ἐνδυσάμενος διὰ παρθένου μήτρας καὶ προελθὼν ἄνθρωπος, ἀπεδέξατο τὰ τοῦ πάσχοντος πάθη διὰ τοῦ παθεῖν δυναμένου σώματος καὶ κατέλυσεν τὰ τῆς σαρκὸς πάθη, τῷ δὲ θανεῖν μὴ δυναμένῳ πνεύματι ἀπέκτεινεν τὸν ἀνθρωποκτόνον θάνατον.

     Οὗτος γὰρ ὡς ἀμνὸς ἀχθεὶς καὶ ὡς πρόβατον σφαγείς,
ἐλυτρώσατο ἡμᾶς ἐκ τῆς τοῦ κόσμου λατρείας
ὡς ἐκ γῆς Αἰγύπτου, καὶ ἔλυσεν ἡμᾶς ἐκ τῆς τοῦ διαβόλου δουλείας
ὡς ἐκ χειρὸς Φαραώ, καὶ ἐσφράγισεν ἡμῶν τὰς ψυχὰς τῷ ἰδίῳ πνεύματι καὶ τὰ μέλη τοῦ σώματος τῷ ἰδίῳ αἵματι.
Οὗτός ἐστιν ὁ τὸν θάνατον ἐνδύσας αἰσχύνην, καὶ τὸν διάβολον στήσας πενθήρη ὡς Μωυσῆς τὸν Φαραώ.
Οὗτός ἐστιν ὁ τὴν ἀνομίαν πατάξας καὶ τὴν ἀδικίαν ἀτεκνώσας ὡς Μωυσῆς Αἴγυπτον.
Οὗτός ἐστιν ὁ ῥυσάμενος ἡμᾶς
ἐκ δουλείας εἰς ἐλευθερίαν,
ἐκ σκότους εἰς φῶς,
ἐκ θανάτου εἰς ζωήν,
ἐκ τυραννίδος εἰς βασιλείαν αἰωνίαν
Οὗτός ἐστιν τὸ πάσχα τῆς σωτηρίας ἡμῶν.

Share this post
          
 
   
Δημοσιεύθηκε στην ΑΝΑΚΟΙΝΩΣΕΙΣ και χαρακτηρίσθηκε . Αποθηκεύστε τον μόνιμο σύνδεσμο.